0345-0407 - Iohannes Chrysostomus - De eleemosyna [5]
This Text has been downloaded from Δρόμοι της Πίστης – Ψηφιακή Πατρολογία
Charset and format of the text have been changed in order to make it possible the computation of analytic indexes and concordances.
Analytical indexes and concordances have been made by the Cooperatorum Veritatis Societas.

De eleemosyna

[00001]    ΟΜΙΛΙΑ Γʹ.

[00002]    Περὶ ἐλεημοσύνης, καὶ εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον.

64.433

[00003]    Αʹ.

[00004]    Μεγάλη τῆς ἐλεημοσύνης ἡ εὐεργεσία.

[00005]    Οὐδὲν ἄλλο ἐξισάζεται τῇ ἐλεημοσύνῃ.

[00006]    Οὐδεμία ἀρετὴ ἐξισχύει οὕτως ἐξαλεῖψαι ἁμαρτίας.

[00007]    ∆ιὰ τοῦτο καὶ ἡ θεία Γραφή φησιν·

[00008]    Ὁ ἐλεῶν πτωχῷ, δανείζει Θεῷ.

[00009]    Ἐὰν δανείσῃς ἀνθρώπῳ χρυσίον, δεσμεύει τοῖς τραύμασι καὶ τοῖς γράμμασιν.

[00010]    Ἐπὶ δὲ Θεοῦ οὐκ ἔστιν οὕτως.

[00011]    Ἀλλὰ τοῖς μαρτυρίοις διδοῖς, τοῖς πένησιν, καὶ ὁ Θεὸς προσκαλεῖ ἀποδοῦναι τὸ δάνειον.

[00012]    Ἂ ἐδάνεισας τῷ πένητι, σπεύδει λῦσαι τὴν ἐγγύην, καὶ οὐχ ἁπλῶς ἀποδίδωσιν, ἀλλὰ μετὰ πολλῆς εὐλογίας ἀποδιδοῖ λέγων·

[00013]    ∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου·

[00014]    κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

[00015]    Ἄνθρωπον ἐὰν δανείσῃς, οὐκ, ἔστιν ὅτε, ἀποδίδωσι δάνειον, οὐδὲ τὸ πρόσωπόν σου θέλει ἰδεῖν·

[00016]    ὁ Θεὸς δανεισάμενος ἀντὶ τῶν παραμενόντων τοῖς μαρτυρίοις, καὶ τῶν πενήτων, οὐκ ἀποδίδωσι τὸ δάνειον καὶ ἀποπέμπει, ἀλλὰ καὶ συγκληρονόμους ποιεῖ τοὺς δανειστὰς, λέγων·

[00017]    ∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μοι, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

[00018]    Πότε ἡτοίμασεν ὁ Κύριος;

[00019]    Πότε;

[00020]    ὅτε σὺ ἐν ταῖς ἐκκλησίαις καὶ ἐν τοῖς μαρτυρίοις ἐκαρποφόρεις, ὅτε σὺ τὰς μνήμας τῶν ἁγίων ἐπετέλεις, ὅτε σὺ τοῖς πένησιν τὸν ἄρτον ἐδάνειζες, [64.436] ὅτε σὺ τοὺς πτωχοὺς εἰς τὸν οἶκόν σου ἐδέχου, ὅτε σὺ τοὺς πτωχοὺς περιετίθεις ἱμάτιον, ὅτε σὺ τοὺς ἀσθενεῖς καὶ τοὺς ἐν φυλακῇ ἐπεσκέπτου, ὅτε σὺ ταῦτα ἐποίεις, ἐγὼ τὴν βασιλείαν ἡτοίμαζον.

[00021]    Βʹ.

[00022]    Καὶ βλέπε τὸ μέγεθος τῆς ἐλεημοσύνης, ὅτι οὐδεμία ἀρετὴ ἐγκρίνεται αὐτῆς.

[00023]    Οὐκ εἶπεν γὰρ, ὅτι Παρθενίαν δι' ἐμὲ ἐφυλάξατε·

[00024]    οὐδὲν τούτων εἶπεν.

[00025]    Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν.

[00026]    Μεγάλη καὶ ἡ παρθενία, καὶ ἡ νηστεία, καὶ αἱ λοιπαὶ ἀρεταί·

[00027]    ἀλλὰ τῆς ἐλεημοσύνης ἔλαττον τυγχάνουσαι.

[00028]    Ἐφύλαξαν καὶ πέντε παρθένοι αἱ μωραὶ παρθενίαν·

[00029]    ἀλλ' ἐπειδὴ ἐλεημοσύνην οὐκ εἶχον, ἔμειναν ἔξω τοῦ νυμφῶνος.

[00030]    Αἱ γὰρ πέντε φρόνιμοι μετὰ τῆς παρθενίας καὶ ἐλεημοσύνην εἶχον·

[00031]    διὰ τοῦτο εἰσῆλθον εἰς τὸν νυμφῶνα.

[00032]    Αἱ δὲ πέντε μωραὶ τὴν παρθενίαν μόνον ἐφύλαξαν προσδοκῶσαι δι' ἐκείνης εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ οὐδὲν ἄλλο ἐκτήσαντο, οὐδὲ ἐλεημοσύνην, οὐδ' ἕτερόν τι.

[00033]    ∆ιὰ τοῦτο καὶ ὁ Κύριός φησιν πρὸς αὐτάς·

[00034]    Ἀπέλθετε ἀπ' ἐμοῦ, οὐκ οἶδα ὑμᾶς.

[00035]    ∆ιὰ τοῦτο καὶ μωραὶ ἐκλήθησαν, ὅτι τὴν παρθενίαν μόνον ἐφύλαξαν, καὶ ἐλεημοσύνην οὐκ ἐποίησαν.

[00036]    Γʹ.

[00037]    Ὥσπερ γὰρ ἐάν τις ἅψῃ λύχνον, καὶ μὴ ἐμβάλῃ τὸ ἔλαιον, σβέννυται·

[00038]    οὕτως καὶ ἐὰν κτήσηται παρθενίαν, καὶ μὴ τῷ ἐλαίῳ τῆς ἐλεημοσύνης θρέψῃ τὸν πένητα, οὐδὲν ἐκέρδησεν.

[00039]    Μεγάλη τῆς ἐλεημοσύνης ἡ πραγματεία.

[00040]    Ἐὰν ἐπιθυμῇς ἀγοράσαι ἱμάτιον ἢ βόας, ἐπαίρεις δαπάνας καὶ χρυσίον, καὶ πορεύῃ εἰς πανήγυριν, καὶ καυσούμενος ἐνίοτε πεινᾷς καὶ διψᾷς.

[00041]    Καὶ ταῦτα πάντα ὑπομένων, μόλις δύνασαι τοῦ σκοποῦ τυχεῖν·

[00042]    καὶ ὅταν ἐπιτύχῃς, οὐχ ὡς θέλεις δώσει ὁ πωλῶν, ἀλλ' ὡς αὐτὸς ἀρέσκεται.

[00043]    Ὀμνύεις σὺ, Οὐκ ἀγοράζω τοσούτου·

[00044]    ὀμνύει ἐκεῖνος, Οὐκ ἐπιπράσκω τοσούτου.

[00045]    Καὶ γίνεται ἀνὰ μέσον ὑμῶν πρώτη ἁμαρτία, καθὼς εἶπεν Σολομὼν, ὅτι·

[00046]    Ἀνὰ μέσον πράσεως καὶ ἀγορᾶς γενήσεται ἡ ἁμαρτία.

[00047]    Ἀνάγκη γὰρ τὸν ἕνα ἐπιορκῆσαι, ἢ τοὺς δύο.

[00048]    Πολλάκις γὰρ οὔτε ὁ ἀγοράζων ἐνὶ ῥήματι, οὔτε ὁ πωλῶν.

[00049]    Καὶ ὅτε μετὰ τοσούτου κόπου κτῆσθαι ὃ ποθεῖς, οὐκ ἔχεις τὸ ἀσφαλές.

[00050]    Πολλάκις γὰρ πρὸ τοῦ φθάσαι εἰς τὴν οἰκίαν σου, ἢ ἀπέθανεν, ἢ ἀπώλετο, ἢ ἀδόκιμον εὑρίσκεται, καὶ γίνεταί σοι διπλοῦς ὁ κόπος.

[00051]    Ἐπὶ δὲ τῆς βασιλείας τοῦ Θεοῦ οὐδὲν τοιοῦτον ὑπομένεις·

[00052]    οὐχ ὁδοιπορίας κόπον καὶ καύσωνος χαυνότητα, οὐ λύπην ἀποτυχίας·

[00053]    οὐδὲν τούτων.

[00054]    Ἀλλ' ἔσω καθημένου σου ἐν τῇ οἰκίᾳ, ἔρχεται ὁ πένης πωλῶν τὸν παράδεισον, καὶ λέγει·

[00055]    ∆ὸς ἄρτον, καὶ λάβε παράδεισον·

[00056]    δὸς ἀπότριμμα ἱματίου, καὶ λάβε βασιλείαν οὐρανῶν.

[00057]    Καὶ οὐ λέγω σοι πόσου, ἵνα μὴ ὑπερτίθῃ, πενίαν ἀναλαμβανόμενος.

[00058]    Ὅσου θέλεις ἀγόρασον τὸν παράδεισον ∆ὸς ἄρτον.

[00059]    Οὐκ ἔχεις ἄρτον;

[00060]    ∆ὸς ὀβολὸν, δὸς ποτήριον ψυχροῦ ὕδατος.

[00061]    Ὃ θέλεις δὸς, ὃ ἔχεις·

[00062]    πάντα δέχομαι.

[00063]    Μόνον ἀγόρασον τὸν παράδεισον.

[00064]    Μίμησαι τὴν

[00065]    [64.437] χήραν ἐκείνην τὴν θαυμαστὴν, ἥ τις δράκα ἀλεύρου ἀπέδωκεν, καὶ τὴν βασιλείαν ἐκληρονόμησε τῶν οὐρανῶν.

[00066]    Καὶ πάλιν ἄλλη χήρα, ἡ ἐν τῷ Εὐαγγελίῳ μνημονευομένη, μηδὲν ἔχουσα ἄλλο, εἰ μὴ δύο λεπτὰ καὶ μόνον, καὶ ἐκεῖνα ἔβαλεν ἐν τῷ γαζοφυλακίῳ, καὶ ἠγόρασεν τὸν παράδεισον.

[00067]    ∆ʹ.

[00068]    Οὐ χρηματίζει ὁ πωλῶν τὸν παράδεισον, ἀλλὰ ψυχὴν ἐλεήμονα καὶ καρδίαν εὐπροαίρετον.

[00069]    ∆ὸς τῷ πένητι, καὶ κτῆσαι τὸν Θεὸν χρεωστήν.

[00070]    Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ.

[00071]    Καὶ πότε, φησὶν, ἀποδιδοῖ ὁ δανεισάμενος;

[00072]    Πότε;

[00073]    Ὅτε ἀφιεὶς τὰ χρήματα, τὰς οἰκίας, τὸν χρυσὸν, τὸν ἱματισμὸν, τὰ λοιπὰ πάντα, καὶ ἀπέρχῃ γυμνὸς, καὶ πάντα ἐγκαταλιπών·

[00074]    τότε ὁ δανεισάμενος μετ' εὐχαριστίας ἀποδίδωσιν.

[00075]    Πρόπεμψόν σου τὰ χρήματα ἐκεῖ, καὶ τότε σὺ ὕπαγε.

[00076]    Μὴ ἀναμένῃς τὸν χρυσὸν, μὴ τηρήσῃς αὐτά.

[00077]    Ἄδηλος ὁ βίος·

[00078]    οὐκ οἶδας πότε ἐξέρχῃ τοῦ βίου.

[00079]    Ὡς γὰρ κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται ὁ θάνατος.

[00080]    Οἵᾳ ὥρᾳ οὐ γινώσκεις καὶ προσδοκᾷς, πορεύῃ·

[00081]    καὶ τὰ χρήματά σου ὧδε μένει καὶ ἐκεῖ ἐπιθυμεῖς ῥανίδα ὕδατος, ἵνα βρέξῃς τὰ χείλη, καὶ ἄλλοι ὧδε καταμερίζονταί σου τὸν βίον.

[00082]    Εʹ.

[00083]    Οὕτως ἐπεθύμησεν ῥανίδα ὕδατος καὶ ὁ πλούσιος ἐκεῖνος ὁ ἐν τῷ πυρὶ ὑπάρχων, καὶ παρεκάλει τὸν Ἀβραὰμ λέγων·

[00084]    Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ, ἀπόστειλον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ αὐτοῦ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.

[00085]    Οὗτος ὁ πλούσιος ὅτε ἦν ἐπὶ τῆς γῆς, πορφύραν ἐνεδιδύσκετο, βύσσον καὶ σηρικά·

[00086]    καὶ προήρχετο ὑπὸ ὀχήματος φερόμενος·

[00087]    οἱ ἵπποι αὐτοῦ ἔξασπροι, χρυσῷ καὶ ἀργύρῳ κεκαλλωπισμένοι, χρυσῷ δὲ τὰ σκέλη ἐμπεπηγμένοι.

[00088]    Παῖδες προτρέχοντες καὶ ἀκολουθοῦντες, μανιάκια χρυσᾶ περικείμενα, ψέλλια καὶ ὁρμίσκοι, καὶ ἁπαξαπλῶς ἐν μεγάλῃ φαντασίᾳ προήρχετο.

[00089]    Ἐν δὲ τῷ ἀρίστῳ αὐτοῦ χρυσὸς ἄμετρος διηκόνει, καὶ ἄργυρος ἀμύθητος, οἶνος πολύτιμος, φασιανοὶ, χῆνες, πορφυρίωνες, πέρδικες, περιστεραὶ, ὄρνεις, λαγωοὶ, ἀρνία, ἔριφοι, μαγείρων πλῆθος θορυβουμένων·

[00090]    ἄλλοι ῥιπίζοντες σποδὴ μὴ μία ὑφίσταται αὐτοῦ τῇ κεφαλῇ·

[00091]    ἄλλοι ἀργυροῦς νιπτῆρας κατέχοντες, καὶ ὀθόνια καθαρὰ ἕτοιμοι παρεστήκεισαν, τὰ ἄκρα τῶν δακτύλων αὐτοῦ ἀποσμήχοντες, ἀνακειμένου αὐτοῦ.

[00092]    Καὶ βλέπε τὴν ἀπανθρωπίαν καὶ τὴν αἰσχύνην.

[00093]    ςʹ.

[00094]    Οἱ πάντες ἔκαμνον·

[00095]    αἱματοχειρίαι, θόρυβος τοσοῦτος, ἵνα τοῦ ἑνὸς πλουσίου ἐκείνου τὴν κοιλίαν χορτάσωσιν.

[00096]    Μετὰ δὲ τὸ ἐμπλησθῆναι αὐτὴν τῶν πολυτελῶν βρωμάτων, προετοιμάζονται αὐτῷ καὶ κλῖναι ἐλεφάντιναι, χηνόπλουμα, συνδόναι καθαραὶ καὶ τρυφεραί.

[00097]    Καὶ μὴ δυναμένου ἀφυπνῶσαι διὰ τὴν καρηβαρίαν αὐτοῦ, ἄλλοι τοὺς πόδας ψηλαφῶσιν, ἄλλοι τῆς οἰκίας φροντίζονται, τὰς θύρας καὶ τὰς θυρίδας φυλάσσοντες, μή που φωνὴ, μή που ζόφοι καὶ [64.440] τοῦτο διυπνίσουσιν.

[00098]    Τοιαύτη ἦν ἡ φαντασία τοῦ πλουσίου.

[00099]    Ζʹ.

[00100]    Ἦν δέ τις πτωχὸς ὀνόματι Λάζαρος, καὶ ἐβέβλητο εἰς τὸν πυλῶνα τοῦ πλουσίου ἑλκόμενος, καὶ ἐπεθύμει χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.

[00101]    Ἔβλεπε γὰρ αὐτὸν ὁ πλούσιος, καὶ ἀπέστρεφε τὸ πρόσωπον αὐτοῦ, ἐβδελύσσετο, διέπτυσεν, παρέτρεχεν, μᾶλλον δὲ παρεβλέπετο.

[00102]    Οὐκ εἶπεν ὁ ἄθλιος, ὅτι Οὗτος ἄνθρωπός ἐστιν ὡς κἀγώ.

[00103]    Ἡ αὐτὴ χεὶρ τοὺς ἀμφοτέρους ἐδημιούργησεν, ὁμόφυλός μού ἐστι καὶ ὁμογενής.

[00104]    Οὐκ ἔκλινε τὸν λογισμὸν, οὐκ ἐμειλίχθη πρὸς τὴν εὐσπλαγχνίαν.

[00105]    Οὐκ ἠλέησεν τὸν ἐν τοσαύτῃ ἀσθενείᾳ βεβλημένον εἰς τὸν πυλῶνα αὐτοῦ.

[00106]    Οἱ κύνες γὰρ ἐρχόμενοι καὶ βλέποντες αὐτὸν οὕτως κείμενον, καὶ τὸν ἰχῶρα περιῤῥεόμενον, καὶ τῶν μελῶν αὐτοῦ, εὐσπλαγχνίαν πολλὴν ἐπιδεικνύμενοι, ὥσπερ σπόγγον τινὰ προσερχόμενοι τῇ γλώσσῃ ἀπέμασσον τὸν ἰχῶρα ἐκ τῶν μελῶν αὐτοῦ, περιλείχοντες, ὡς ἄριστοί τινες ἰατροὶ θεραπεύοντες, τὰ ἕλκη, μετὰ πολλῆς εὐφημίας κεχηνότες, ἀσφαλιζόμενοι ἀκριβῶς, μή πως φθάσῃ ὁ ἰὸς τῶν ὀδόντων, καὶ καταλυμήνηται τοῦ δικαίου τι.

[00107]    Ὦ τῆς ὠμότητος τοῦ πλουσίου! Οἱ κύνες ἰατρικὴν τέχνην προεβάλλοντο ἐπὶ τοῦ ἀσθενοῦντος, οἱ μὴ εἰδότες Θεὸν, μήτε ἀνάστασιν προσδοκῶντες, πρὸς θεραπείαν τοῦ πένητος ἐπείγοντο.

[00108]    Καὶ ὁ πλούσιος, ὁ προσδοκῶν τὸ φοβερὸν κριτήριον παραστῆναι, τὸν πένητα οὐκ ἠλέησεν.

[00109]    Ηʹ.

[00110]    Ἴδες τοῦ πλουσίου τὴν ἐνταῦθα δόξαν, τὴν τρυφήν;

[00111]    Ἴδες τοῦ πένητος τὴν ὀλιγοφρόνιον περιφάνειαν, καὶ τὴν τοῦ πλούτου πρὸς ὀλίγον εὐτέλειαν;

[00112]    Ἐκεῖνος ἔνδοξος, οὗτος ἄτιμος·

[00113]    ἐκεῖνος ἐν τρυφερότητι διάγων, οὗτος ἐν ἀσθενείᾳ κατακείμενος.

[00114]    Ἐκεῖνος ἐν τοσούτῳ πλούτῳ διάγων, τοῦ Θεοῦ οὐκ ἐμνημόνευσεν·

[00115]    οὗτος ἐν τοσαύτῃ ἀσθενείᾳ κατακείμενος τὸν Θεὸν οὐκ ἐβλασφήμησεν.

[00116]    ∆εῦρο λοιπὸν ἴδωμεν καὶ ἐν τῷ αἰῶνι ἐκείνῳ ἀμφοτέρου τὸ τέλος.

[00117]    Θʹ.

[00118]    Ἐγένετο, φησὶν, ἀποθανεῖν τὸν πλούσιον, καὶ ἀπενεχθῆναι εἰς κόλασιν αἰώνιον.

[00119]    Ἀπέθανε δὲ καὶ ὁ Λάζαρος, καὶ ἀπηνέχθη ὑπὸ τῶν ἀγγέλων εἰς τοὺς κόλπους Ἀβραάμ.

[00120]    Καὶ ὑπάρχων ἐν τῷ πυρὶ ὁ πλούσιος ἴδεν τὸν Λάζαρον ἀναπαυόμενον εἰς τοὺς κόλπους Ἀβραὰμ, καὶ ἐγνώρισεν αὐτόν.

[00121]    Καὶ ἔκραξε λέγων·

[00122]    Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.

[00123]    Ποῦ ὁ πλοῦτος;

[00124]    ποῦ ὁ χρυσός, ποῦ ὁ ἄργυρος;

[00125]    ποῦ ἡ στέγη ἡ ἀργυρᾶ;

[00126]    ποῦ ἡ φαντασία τῶν παίδων;

[00127]    ποῦ ὁ οἶνος ὁ ἐκχυνόμενος, καὶ νῦν ῥανίδα ὕδατος ἐπιζητεῖς καὶ ἐπιθυμεῖς;

[00128]    Ἐλέησόν με, πάτερ Ἀβραάμ;

[00129]    Ὦ ἄθλιε πλούσιε! Ὅτεεἰς τὸν πυλῶνά σου ἔκειτο ὁ Λάζαρος, γνωρίσαι αὐτὸν οὐκ ἤθελες·

[00130]    καὶ νῦν Λάζαρον ἐπιθυμεῖς εἰς [64.441] βοήθειαν;

[00131]    Ἐλέησόν με, ἀνωφελὴς λοιπὸν ἡ ἱκεσία σου.

[00132]    Παρῆλθεν ὁ καιρὸς τοῦ ἐλέους.

[00133]    Ἐκεῖ λοιπὸν οὐκ ἔστιν ἔλεος.

[00134]    Ἡ γὰρ κρίσις ἀνήλεός ἐστι τῷ μὴ ποιήσαντι ἔλεος.

[00135]    Τί ἐπιθυμεῖς ἔλεος, ὅπερ σὺ ἐπὶ γῆς οὐκ ἐκτήσω;

[00136]    Ἐλέησόν με, πάτερ Ἀβραὰμ, καὶ πέμψον Λάζαρον, ἵνα τῷ μικρῷ δακτύλῳ βρέξῃ μου τὰ χείλη, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.

[00137]    Ποίῳ δακτύλῳ, ὦ πλούσιε;

[00138]    ὃν σὺ φαγεῖν ἐπὶ τραπέζης οὐ κατεδέξω;

[00139]    Τότε κατανοῆσαι τὰς χεῖρας αὐτοῦ οὐκ ἤθελες, ἀλλ' ἐβδελύσσου, καὶ νῦν τῇ γλώσσῃ σου ἅψασθαι παρακαλεῖς;

[00140]    Ἐλέησόν με, πάτερ Ἀβραάμ.

[00141]    Πῶς καλεῖς αὐτὸν πατέρα μὴ πράξας τὰ τοῦ υἱοῦ;

[00142]    Ἐκεῖνος πατὴρ τῶν ἐν φωτὶ διαγόντων ἐστίν.

[00143]    Οὐδεμία συμφωνία φωτὶ πρὸς σκότος.

[00144]    Μὴ καλέσῃς αὐτὸν πατέρα.

[00145]    Σὺ γὰρ κατὰ τὸν ἀνελεήμονά σου τρόπον, υἱὸς σκότους καὶ γεέννης ὑπάρχεις.

[00146]    Πῶς δὲ καλεῖς αὐτὸν πατέρα, τὸν υἱὸν αὐτοῦ Λάζαρον μὴ ἐλεήσας;

[00147]    Ιʹ.

[00148]    Ὁ δὲ πατριάρχης οὗτος ὁ μέγας οὐκ ἐμάλλαξεν αὐτὸν τῇ ὀδύνῃ·

[00149]    οὐ προσέθηκεν πόνον, οὐκ ἔπληξεν αὐτὸν λόγοις·

[00150]    οὐκ ἠρνήσατο τὴν φύσιν τὴν ἀνθρωπίνην.

[00151]    Ἀλλὰ πραείᾳ τῇ φωνῇ καὶ ἱλαρὸς τῷ προσώπῳ ἀπεκρίνατο, λέγων·

[00152]    Τέκνον, ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐπὶ τῆς γῆς, καὶ Λάζαρος τὰ κακά.

[00153]    ∆ιὰ τοῦτο οὗτος ἐνταῦθα ἀναπαύεται, καὶ σὺ ὀδυνᾶσαι.

[00154]    Ὅμως χάσμα μέγα ἐστὶν ἀνὰ μέσον ὑμῶν καὶ ἡμῶν, καὶ οὐδεὶς δύναται αὐτὸ περάσαι ἐξ ἡμῶν.

[00155]    ΙΑʹ.

[00156]    Ἴδες τοῦ πλουσίου τὸ τέλος;

[00157]    ἴδες τῆς τρυφῆς τὸ πρόσκαιρον;

[00158]    Μὴ ἀναμείνῃς δοῦναι τὰ σὰ τοῖς πένησιν.

[00159]    Μηδέποτε τηρήσῃς εἰς τὴν αὔριον.

[00160]    Οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.

[00161]    Τί συντίθεις χρήματα;

[00162]    ἃ μετ' ὀλίγον μὴ θέλων καταλιμπάνεις, καὶ πορεύῃ λυπούμενος, καὶ ἐπιθυμεῖς ἐκεῖ ῥανίδα ὕδατος, καὶ ἄλλοι ἐνταῦθα καταμεριζόμενοί σου τὸν πλοῦτον, οὕτως μνήμην τοῦ ὀνόματός σου ποιοῦνται.

[00163]    Πολλάκις γὰρ καὶ οἱ κληρονόμοι σου ἀνασκάπτουσιν τὰ ὀστᾶ καταρώμενοί σου.

[00164]    Πρόπεμψόν σου τὰ χρήματα εἰς τὸν ἐκεῖ αἰῶνα τὸν ἀτελεύτητον.

[00165]    ∆ωρεάν σου παρέχων τὴν βασταγὴν ὁ ἐκεῖ πανδοχεύς.

[00166]    Ἐνταῦθα ἐὰν θέλῃς μετενεγκεῖν σου τὸν πλοῦτον ἐκ πόλεως εἰς πόλιν ἑτέραν, μισθοῦ σὰ κτήνη, μισθοφόρους καμήλους, ἡμιόνους, φύλακας ξιφήρεις ἐν τῇ ὁδῷ, μή τινες ἀλιτήριοι ἐπιῤῥίψαντες διαρπάξωνταί σου τὸν πλοῦτον.

[00167]    Εἰς ἐκεῖνον δὲ τὸν κόσμον, ἐὰν θέλῃς μετενεγκεῖν σου τὸν πλοῦτον, οὔτε κόπον ὑπομένεις, οὔτε μισθὸν ἀναλίσκεις, οὔτε ἐπηρίαν τινὰ ὑπομένεις, οὔτ' ἐξέρχῃ ἐκ τῆς οἰκίας, Ἀλλὰ σὺ κάθῃ ἐν τῇ πόλει ἐν πολλῇ ἀναπαύσει, καὶ ἔρχεται ὁ πένης εἰς τὴν θύραν σου, ζητῶν σου τὸν πλοῦτον μετενέγκαι εἰς τὸν ἐκεῖ αἰῶνα τὸν ἀτελεύτητον.

[00168]    Καὶ οὐ παραχωρεῖς αὐτῷ οἰκείᾳ σου προθέσει οὔτε ἕνα ὀβολόν;

[00169]    Ἀνάνευσον, ὦ ἄνθρωπε, εἰ θέλεις ἔχειν πλοῦτον ἀτελεύτητον.

[00170]    ∆ὸς εἰς τὰς χεῖρας τῶν πενήτων, καὶ εὑρήσεις [64.444] ἐκεῖ ξενίαν σοι ποιούμενον.

[00171]    Μὴ φοβηθῇς, ὅτι ἄποροί εἰσιν οἱ πένητες·

[00172]    ἐγγυητὴς πλούσιός ἐστι καὶ εὐγνώμων.

[00173]    Ὁ γὰρ ἐλεῶν πτωχῷ δανείζει Θεῷ.

[00174]    ΙΒʹ.

[00175]    Φοβηθῶμεν τὴν ἡμέραν ἐκείνην, ἐν ἡμέρᾳ ᾖ ὁ οἰκοδεσπότης τοὺς ἐργάτας καλεῖ εἰς τὴν σπεῖραν τοῦ σίτου, καὶ συνάξει τὸν σῖτον εἰς τὰς ἀποθήκας, τὰ δὲ ἄχυρα κατακαύσει πυρὶ ἀσβέστῳ.

[00176]    Ὁ γὰρ οἰκοδεσπότης ἐστὶν ὁ Κύριος, οἱ δὲ ἐργάται εἰσὶν οἱ ἄγγελοι, οἱ συναγαγόντες τὸν κόσμον εἰς τὴν δίκην ἐν τῇ ὥρᾳ ἐκείνῃ καὶ ἡμέρᾳ.

[00177]    Καὶ τοὺς μὲν δικαίους συνάξουσιν εἰς τὰς αἰωνίους σκηνὰς, ἃς ἡτοίμασεν ὁ ἀναληφθεὶς Κύριος, τοὺς δὲ ἁμαρτωλοὺς εἰς τὸ πῦρ τὸ αἰώνιον.

[00178]    Σπουδάσωμεν οὖν εὑρεθῆναι σῖτος ὥριμος διὰ τῆς ἐλεημοσύνης, ἵνα εἰσέλθωμεν εἰς τὰς αἰωνίους σκηνάς.

[00179]    Μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

[00180]    Ἀμήν.


© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De eleemosyna [5]
Litterarum Omnium Conspectus: 122 Litterae, quae repetitae sunt in 9,641 occasionibus



α

0945 

668   

Α

0913 

5   

β

0946 

59   

Β

0914 

2   

γ

0947 

117   

Γ

0915 

3   

δ

0948 

168   

Δ

0916 

0   

ε

0949 

562   

Ε

0917 

3   

ζ

0950 

32   

Ζ

0918 

1   

η

0951 

144   

Η

0919 

1   

θ

0952 

99   

Θ

0920 

12   

ι

0953 

369   

Ι

0921 

5   

κ

0954 

314   

Κ

0922 

18   

λ

0955 

307   

Λ

0923 

12   

μ

0956 

272   

Μ

0924 

13   

ν

0957 

800   

Ν

0925 

0   

ξ

0958 

31   

Ξ

0926 

0   

ο

0959 

695   

Ο

0927 

20   

π

0960 

338   

Π

0928 

22   

ρ

0961 

342   

Ρ

0929 

0   

ς

0962 

394   

΢

0930 

0   

σ

0963 

337   

Σ

0931 

3   

τ

0964 

674   

Τ

0932 

5   

υ

0965 

171   

Υ

0933 

1   

φ

0966 

66   

Φ

0934 

1   

χ

0967 

95   

Χ

0935 

0   

ψ

0968 

15   

Ψ

0936 

0   

ω

0969 

97   

Ω

0937 

0   

8164 

2   

 

  

0   

8165 

8   

8172 

   



 ά 

 8049 

 108 

 έ 

 8051 

 136 

 ή 

 8053 

 54 

 ί 

 8055 

 169 

 ό 

 8057 

 111 

 ύ 

 8059 

 101 

 ώ 

 8061 

 17 

 ὰ 

 8048 

 85 

 ὲ 

 8050 

 25 

 ὴ 

 80852 

 60 

 ὶ 

 8054 

 155 

 ὸ 

 8056 

 112 

 ὺ 

 8058 

 32 

 ὼ 

 8060 

 3 

 ᾶ 

 8118 

 7 

   

   

 0 

 ῆ 

 8134 

 38 

 ῖ 

 8150 

 61 

   

   

 0 

 ῦ 

 8166 

 88 

 ῶ 

 8182 

 60 

 ἀ 

 7936 

 95 

 ἐ 

 7952 

 158 

 ἠ 

 7968 

 4 

 ἰ 

 7984 

 59 

 ὀ 

 8000 

 17 

 ὐ 

 8016 

 98 

 ὠ 

 8032 

 1 

 ἁ 

 7937 

 8 

 ἑ 

 7953 

 3 

 ἡ 

 7969 

 24 

 ἱ 

 7985 

 27 

 ὁ 

 8001 

 42 

 ὑ 

 8017 

 19 

 ὡ 

 8033 

 4 

 ἂ 

 7938 

 0 

 ἒ 

 7954 

 0 

 ἢ 

 7970 

 5 

 ἲ 

 7986 

 0 

 ὂ 

 8002 

 0 

 ὒ 

 8018 

 0 

 ὢ 

 8034 

 0 

 ἃ 

 7939 

 2 

 ἓ 

 7955 

 0 

 ἣ 

 7971 

 0 

 ἳ 

 7987 

 0 

 ὃ 

 8003 

 3 

 ὓ 

 8019 

 0 

 ὣ 

 8035 

 0 

 ἄ 

 7940 

 27 

 ἔ 

 7956 

 28 

 ἤ 

 7972 

 2 

 ἴ 

 7988 

 3 

 ὄ 

 8004 

 1 

 ὔ 

 8020 

 8 

 ὤ 

 8036 

 0 

 ἅ 

 7941 

 3 

 ἕ 

 7957 

 5 

 ἥ 

 7973 

 1 

 ἵ 

 7989 

 9 

 ὅ 

 8005 

 21 

 ὕ 

 8021 

 13 

 ὥ 

 8037 

 4 

 ἆ 

 7942 

 0 

   

   

 0 

 ἦ 

 7974 

 2 

 ἶ 

 7990 

 12 

   

   

 0 

 ὖ 

 8022 

 1 

 ὦ 

 8038 

 2 

 ἇ 

 7943 

 0 

   

   

 0 

 ἧ 

 7975 

 0 

 ἷ 

 7991 

 0 

   

   

 0 

 ὗ 

 8023 

 8 

 ὧ 

 8039 

 2 

 ᾀ 

 8064 

 0 

   

   

 0 

 ᾐ 

 8080 

 0 

   

   

 0 

   

   

 0 

 ῧ 

 8167 

 0 

 ᾠ 

 8096 

 0 

 ᾁ 

 8065 

 0 

   

   

 0 

 ᾑ 

 8081 

 0 

   

   

 0 

   

   

 0 

 ΰ 

 8163 

 0 

 ᾡ 

 8097 

 0 

 ᾂ 

 8066 

 0 

   

   

 0 

 ᾒ 

 8082 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾢ 

 8098 

 0 

 ᾃ 

 8067 

 0 

   

   

 0 

 ᾓ 

 8083 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾣ 

 8099 

 0 

 ᾄ 

 8068 

 0 

   

   

 0 

 ᾔ 

 8084 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾤ 

 8100 

 0 

 ᾅ 

 8069 

 0 

   

   

 0 

 ᾕ 

 8085 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾥ 

 8101 

 0 

 ᾆ 

 8070 

 0 

   

   

 0 

 ᾖ 

 8086 

 1 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾦ 

 8102 

 0 

 ᾇ 

 8071 

 0 

   

   

 0 

 ᾗ 

 8087 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ᾧ 

 8103 

 0 

 ᾳ 

 8115 

 12 

   

   

 0 

 ῃ 

 8131 

 37 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῳ 

 8179 

 17 

 ᾴ 

 8116 

 0 

   

   

 0 

 ῄ 

 8132 

 0 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῴ 

 8180 

 0 

 ᾷ 

 8119 

 3 

   

   

 0 

 ῇ 

 8135 

 19 

   

   

 0 

   

   

 0 

   

   

 0 

 ῷ 

 8183 

 32 



Ceterae infrequentes vel rarissimae Litterae expositae non sunt




© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
0345-0407 - Iohannes Chrysostomus - De eleemosyna [5]
Verborum Omnium Conspectus: 890Verba, quae repetita sunt in 1,116,539 occasionibus



[00162]
[00012]
Α [00003]
Ἀβραὰμ [00083] [00084] [00120] [00122] [00136]
Ἀβραάμ [00119] [00128] [00140]
ἀγαθά [00152]
ἄγγελοι [00176]
ἀγγέλων [00119]
ἁγίῳ [00179]
ἁγίων [00020]
ἀγοράζω [00043]
ἀγοράζων [00048]
ἀγορᾶς [00046]
ἀγοράσαι [00040]
ἀγόρασον [00058] [00063]
Ἄδηλος [00077]
ἀδόκιμον [00050]
ἄθλιε [00129]
ἄθλιος [00102]
Αἱ [00030] [00032]
αἱ [00026] [00028]
αἱματοχειρίαι [00095]
αἰσχύνην [00092]
αἰῶνα [00164] [00167]
αἰῶνας [00179]
αἰῶνι [00116]
αἰώνιον [00118] [00177]
αἰωνίους [00177] [00178]
αἰώνων [00179]
ἀκολουθοῦντες [00088]
ἄκρα [00091]
ἀκριβῶς [00106]
ἀλεύρου [00065]
ἀλιτήριοι [00166]
ἀλλ [00029] [00042] [00139]
Ἀλλ [00054]
ἀλλὰ [00012] [00016] [00027] [00068]
Ἀλλὰ [00011] [00151] [00167]
ἄλλη [00066]
ἄλλο [00005] [00032] [00066]
ἄλλοι [00081] [00090] [00091] [00097] [00097] [00162]
ἅμα [00179]
ἁμαρτία [00045] [00046]
ἁμαρτίας [00006]
ἁμαρτωλοὺς [00177]
ἄμετρος [00089]
Ἀμήν [00180]
ἀμύθητος [00089]
ἀμφοτέρου [00116]
ἀμφοτέρους [00103]
ἀνὰ [00045] [00154]
Ἀνὰ [00046]
Ἀνάγκη [00047]
ἀνακειμένου [00091]
ἀναλαμβανόμενος [00057]
ἀναληφθεὶς [00177]
ἀναλίσκεις [00167]
ἀναμείνῃς [00158]
ἀναμένῃς [00076]
Ἀνάνευσον [00169]
ἀναπαύεται [00153]
ἀναπαυόμενον [00120]
ἀναπαύσει [00167]
ἀνασκάπτουσιν [00163]
ἀνάστασιν [00107]
ἀνελεήμονά [00145]
ἀνήλεός [00134]
ἄνθρωπε [00169]
ἀνθρωπίνην [00150]
Ἄνθρωπον [00015]
ἄνθρωπός [00102]
ἀνθρώπῳ [00009]
ἀντὶ [00016]
ἀνωφελὴς [00131]
ἀπ [00034]
ἀπανθρωπίαν [00092]
ἁπαξαπλῶς [00088]
ἀπέδωκεν [00065]
Ἀπέθανε [00119]
ἀπέθανεν [00050]
ἀπεκρίνατο [00151]
ἀπέλαβες [00152]
Ἀπέλθετε [00034]
ἀπέμασσον [00106]
ἀπενεχθῆναι [00118]
ἀπέρχῃ [00073]
ἀπέστρεφε [00101]
ἀπηνέχθη [00119]
ἁπλῶς [00012]
ἀποδιδοῖ [00012] [00071]
ἀποδίδωσι [00015] [00016]
ἀποδίδωσιν [00012] [00074]
ἀποδοῦναι [00011]
ἀποθανεῖν [00118]
ἀποθήκας [00175]
ἀποπέμπει [00016]
ἄποροί [00171]
ἀποσμήχοντες [00091]
ἀπόστειλον [00084]
ἀπότριμμα [00056]
ἀποτυχίας [00052]
ἀπώλετο [00050]
ἀργυρᾶ [00125]
ἄργυρος [00089] [00124]
ἀργυροῦς [00091]
ἀργύρῳ [00087]
ἀρέσκεται [00042]
ἀρεταί [00026]
ἀρετὴ [00006] [00022]
ἄριστοί [00106]
ἀρίστῳ [00089]
ἀρνία [00089]
ἄρτον [00020] [00055] [00058] [00059]
ἃς [00177]
ἀσβέστῳ [00175]
ἀσθενείᾳ [00105] [00113] [00115]
ἀσθενεῖς [00020]
ἀσθενοῦντος [00107]
ἀσφαλές [00049]
ἀσφαλιζόμενοι [00106]
ἀτελεύτητον [00164] [00167] [00169]
ἄτιμος [00112]
αὔριον [00159]
αὐτά [00076]
αὐτάς [00033]
αὐτὴ [00103]
αὐτὴν [00096]
αὐτῆς [00022]
αὐτὸ [00154]
αὐτὸν [00101] [00106] [00129] [00141] [00144] [00146] [00148] [00149]
αὐτόν [00120]
αὐτὸς [00042]
αὐτοῦ [00084] [00087] [00089] [00090] [00091] [00091] [00097] [00101] [00105] [00106] [00106] [00139] [00146]
αὐτῷ [00096] [00100] [00168]
ἀφιεὶς [00073]
ἀφυπνῶσαι [00097]
ἄχυρα [00175]
ἅψασθαι [00139]
ἅψῃ [00037]


Β [00021]
βασιλείαν [00014] [00017] [00020] [00032] [00056] [00065]
βασιλείας [00051]
βασταγὴν [00165]
βεβλημένον [00105]
βίον [00081]
βίος [00077]
βίου [00078]
βλέπε [00022] [00092]
βλέποντες [00106]
βόας [00040]
βοήθειαν [00130]
βρέξῃ [00084] [00122] [00136]
βρέξῃς [00081]
βρωμάτων [00096]
βύσσον [00085]


Γ [00001] [00036]
γαζοφυλακίῳ [00066]
γὰρ [00023] [00030] [00037] [00047] [00048] [00050] [00079] [00101] [00106] [00134] [00145] [00160] [00163] [00173] [00176]
γεέννης [00145]
γενήσεται [00046]
γῆς [00085] [00135] [00152]
γίνεταί [00050]
γίνεται [00045]
γινώσκεις [00080]
γλώσσῃ [00106] [00139]
γνωρίσαι [00129]
γράμμασιν [00009]
Γραφή [00007]
γυμνὸς [00073]


[00067]
δακτύλῳ [00084] [00122] [00136] [00137]
δακτύλων [00091]
δανείζει [00008] [00070] [00173]
δάνειον [00011] [00015] [00016]
δανεισάμενος [00016] [00071] [00074]
δανείσῃς [00009] [00015]
δανειστὰς [00016]
δαπάνας [00040]
δὲ [00010] [00032] [00051] [00087] [00089] [00096] [00101] [00119] [00146] [00148] [00167] [00175] [00176] [00177]
δέ [00100]
δεσμεύει [00009]
∆εῦρο [00116]
∆εῦτε [00013] [00017]
δέχομαι [00062]
δι [00023] [00032]
∆ιὰ [00007] [00033] [00035] [00153]
διὰ [00031] [00097] [00178]
διαγόντων [00142]
διάγων [00113] [00114]
διαρπάξωνταί [00166]
διδοῖς [00011]
διέπτυσεν [00101]
διηκόνει [00089]
δικαίου [00106]
δικαίους [00177]
δίκην [00176]
διπλοῦς [00050]
διυπνίσουσιν [00097]
διψᾷς [00040]
δόξα [00179]
δόξαν [00110]
∆ὸς [00055] [00058] [00060] [00069] [00170]
δὸς [00056] [00060] [00061]
δοῦναι [00158]
δράκα [00065]
δυναμένου [00097]
δύνασαι [00041]
δύναται [00154]
δύο [00047] [00066]
∆ωρεάν [00165]
δώσει [00042]


Ε [00082]
ἐὰν [00015] [00038] [00166] [00167]
ἐάν [00037]
Ἐὰν [00009] [00040]
ἔβαλεν [00066]
ἐβδελύσσετο [00101]
ἐβδελύσσου [00139]
ἐβέβλητο [00100]
ἐβλασφήμησεν [00115]
Ἔβλεπε [00101]
ἐγγύην [00012]
ἐγγυητὴς [00172]
Ἐγένετο [00118]
ἐγκαταλιπών [00073]
ἐγκρίνεται [00022]
ἐγνώρισεν [00120]
ἐγὼ [00020]
ἐδάνειζες [00020]
ἐδάνεισας [00012]
ἐδέχου [00020]
ἐδημιούργησεν [00103]
ἐδίδου [00100]
ἐδώκατέ [00025]
εἰ [00066] [00169]
εἰδότες [00107]
εἶπεν [00023] [00024] [00045] [00102]
Εἰς [00167]
εἰς [00002] [00020] [00031] [00032] [00040] [00050] [00100] [00105] [00118] [00119] [00120] [00130] [00159] [00164] [00166] [00167] [00167] [00170] [00175] [00175] [00176] [00177] [00177] [00178] [00179]
εἰσελθεῖν [00032]
εἰσέλθωμεν [00178]
εἰσῆλθον [00031]
εἰσὶν [00176]
εἰσιν [00171]
εἶχον [00029] [00030]
ἐκ [00106] [00166] [00167]
ἔκαμνον [00094]
ἐκαρποφόρεις [00020]
ἐκεῖ [00075] [00081] [00162] [00164] [00165] [00167] [00170]
Ἐκεῖ [00133]
ἐκεῖνα [00066]
ἐκείνῃ [00176]
ἐκείνην [00065] [00175]
ἐκείνης [00032]
ἐκεῖνον [00167]
ἐκεῖνος [00044] [00083] [00113]
Ἐκεῖνος [00112] [00114] [00142]
ἐκείνου [00095]
ἐκείνῳ [00116]
ἔκειτο [00129]
ἐκέρδησεν [00038]
ἐκκλησίαις [00020]
ἐκλήθησαν [00035]
ἐκληρονόμησε [00065]
ἔκλινε [00104]
ἔκραξε [00121]
ἐκτήσαντο [00032]
ἐκτήσω [00135]
ἐκχυνόμενος [00127]
ἔλαιον [00037]
ἐλαίῳ [00038]
ἔλαττον [00027]
ἐλεήμονα [00068]
ἐλεημοσύνῃ [00005]
ἐλεημοσύνην [00029] [00030] [00032] [00035]
ἐλεημοσύνης [00002] [00004] [00022] [00027] [00038] [00039] [00178]
ἐλεήσας [00146]
ἐλέησόν [00084] [00122]
Ἐλέησόν [00128] [00131] [00136] [00140]
ἔλεος [00133] [00134] [00135]
ἐλέους [00132]
ἐλεφάντιναι [00096]
ἐλεῶν [00008] [00070] [00173]
ἕλκη [00106]
ἑλκόμενος [00100]
ἐμάλλαξεν [00148]
ἐμβάλῃ [00037]
ἐμὲ [00023]
ἐμειλίχθη [00104]
ἔμειναν [00029]
ἐμνημόνευσεν [00114]
ἐμοῦ [00034]
ἐμπεπηγμένοι [00087]
ἐμπλησθῆναι [00096]
ἐν [00020] [00020] [00020] [00054] [00066] [00066] [00079] [00083] [00084] [00088] [00105] [00113] [00113] [00114] [00115] [00116] [00120] [00122] [00136] [00142] [00166] [00167] [00167] [00175] [00176]
Ἐν [00089]
ἕνα [00047] [00168]
ἔνδοξος [00112]
ἐνεδιδύσκετο [00085]
ἐνὶ [00048]
ἐνίοτε [00040]
ἑνὸς [00095]
ἐνταῦθα [00110] [00153] [00162]
Ἐνταῦθα [00166]
ἐξ [00154]
ἐξαλεῖψαι [00006]
ἔξασπροι [00087]
ἐξέρχῃ [00078] [00167]
ἐξισάζεται [00005]
ἐξισχύει [00006]
ἔξω [00029]
ἐπαίρεις [00040]
ἐπεθύμει [00100]
ἐπεθύμησεν [00083]
ἐπείγοντο [00107]
ἐπειδὴ [00029]
Ἐπείνασα [00025]
ἐπεσκέπτου [00020]
ἐπετέλεις [00020]
ἐπηρίαν [00167]
ἐπὶ [00085] [00107] [00135] [00138] [00152]
Ἐπὶ [00010] [00051]
ἐπιδεικνύμενοι [00106]
ἐπιζητεῖς [00127]
ἐπιθυμεῖς [00081] [00127] [00130] [00135] [00162]
ἐπιθυμῇς [00040]
ἐπιορκῆσαι [00047]
ἐπιοῦσα [00160]
ἐπιπράσκω [00044]
ἐπιῤῥίψαντες [00166]
ἐπιτύχῃς [00042]
ἔπληξεν [00149]
ἐποίεις [00020]
ἐποίησαν [00035]
ἐργάται [00176]
ἐργάτας [00175]
ἔριφοι [00089]
ἔρχεται [00054] [00079] [00167]
ἐρχόμενοι [00106]
ἐστι [00103] [00134] [00172]
ἐστὶν [00154] [00176]
ἐστίν [00142]
ἐστιν [00102]
ἔστιν [00010] [00015] [00133]
ἔσω [00054]
ἑτέραν [00166]
ἕτερόν [00032]
ἕτοιμοι [00091]
Εὐαγγελίῳ [00066]
εὐγνώμων [00172]
εὐεργεσία [00004]
εὐλογημένοι [00013] [00017]
εὐλογίας [00012]
εὐπροαίρετον [00068]
εὑρεθῆναι [00178]
εὑρήσεις [00170]
εὑρίσκεται [00050]
εὐσπλαγχνίαν [00104] [00106]
εὐτέλειαν [00111]
εὐφημίας [00106]
εὐχαριστίας [00074]
ἐφύλαξαν [00032] [00035]
Ἐφύλαξαν [00028]
ἐφυλάξατε [00023]
ἔχειν [00169]
ἔχεις [00049] [00059] [00061]
ἔχουσα [00066]


Ζ [00099]
ζητῶν [00167]
ζόφοι [00097]


[00004] [00007] [00026] [00026] [00039] [00046] [00066] [00098] [00125] [00125] [00126] [00131] [00160]
[00040] [00047] [00050] [00050] [00050]
[00065]
[00103] [00134]
[00175]
Η [00109]
ἠγόρασεν [00066]
ἤθελες [00129] [00139]
ἠλέησεν [00105] [00108]
ἡμέρᾳ [00175] [00176]
ἡμέραν [00175]
ἡμιόνους [00166]
ἡμῶν [00154] [00154]
ἦν [00085] [00098]
Ἦν [00100]
ἠρνήσατο [00150]
ἡτοίμαζον [00020]
ἡτοίμασεν [00018] [00177]
ἡτοιμασμένην [00014] [00017]


Θ [00117]
θάνατος [00079]
θαυμαστὴν [00065]
θεία [00007]
θέλει [00015]
θέλεις [00042] [00058] [00061] [00169]
θέλῃς [00166] [00167]
θέλων [00162]
Θεὸν [00069] [00107] [00115]
Θεὸς [00011] [00016]
Θεοῦ [00010] [00051] [00114]
θεραπείαν [00107]
θεραπεύοντες [00106]
Θεῷ [00008] [00070] [00173]
θόρυβος [00095]
θορυβουμένων [00089]
θρέψῃ [00038]
θύραν [00167]
θύρας [00097]
θυρίδας [00097]


Ι [00147]
ΙΑ [00155]
ἰατρικὴν [00107]
ἰατροὶ [00106]
ΙΒ [00174]
ἰδεῖν [00015]
ἴδεν [00120]
ἴδες [00157]
Ἴδες [00110] [00111] [00156]
ἴδωμεν [00116]
ἱκεσία [00131]
ἱλαρὸς [00151]
ἱμάτιον [00020] [00040]
ἱματίου [00056]
ἱματισμὸν [00073]
ἵνα [00057] [00081] [00084] [00095] [00122] [00136] [00178]
ἰὸς [00106]
ἵπποι [00087]
ἰχῶρα [00106] [00106]


κἀγώ [00102]
καθαρὰ [00091]
καθαραὶ [00096]
κάθῃ [00167]
καθημένου [00054]
καθὼς [00045]
καιρὸς [00132]
κακά [00152]
καλεῖ [00175]
καλεῖς [00141] [00146]
καλέσῃς [00144]
καμήλους [00166]
καρδίαν [00068]
καρηβαρίαν [00097]
καταβολῆς [00014] [00017]
κατακαύσει [00175]
κατακείμενος [00113] [00115]
καταλιμπάνεις [00162]
καταλυμήνηται [00106]
καταμεριζόμενοί [00162]
καταμερίζονταί [00081]
κατανοῆσαι [00139]
καταρώμενοί [00163]
κατεδέξω [00138]
κατέχοντες [00091]
καυσούμενος [00040]
καύσωνος [00052]
κείμενον [00106]
κεκαλλωπισμένοι [00087]
κεφαλῇ [00090]
κεχηνότες [00106]
κλέπτης [00079]
κληρονομήσατε [00014] [00017]
κληρονόμοι [00163]
κλῖναι [00096]
κοιλίαν [00095]
κόλασιν [00118]
κόλπους [00119] [00120]
κόπον [00052] [00167]
κόπος [00050]
κόπου [00049]
κόσμον [00167] [00176]
κόσμου [00014] [00017]
κράτος [00179]
κρίσις [00134]
κριτήριον [00108]
κτήνη [00166]
κτῆσαι [00069]
κτήσηται [00038]
κτῆσθαι [00049]
κύνες [00106] [00107]
Κύριός [00033]
Κύριος [00018] [00176] [00177]


λάβε [00055] [00056]
λαγωοὶ [00089]
Λάζαρον [00002] [00084] [00120] [00122] [00130] [00136] [00146]
Λάζαρος [00100] [00119] [00129] [00152]
λέγει [00054]
λέγω [00057]
λέγων [00012] [00016] [00083] [00121] [00151]
λεπτὰ [00066]
λογισμὸν [00104]
λόγοις [00149]
λοιπὰ [00073]
λοιπαὶ [00026]
λοιπὸν [00116] [00131] [00133]
λύπην [00052]
λυπούμενος [00162]
λῦσαι [00012]
λύχνον [00037]


μαγείρων [00089]
μᾶλλον [00101]
μανιάκια [00088]
μαρτυρίοις [00011] [00016] [00020]
με [00084] [00122] [00128] [00131] [00136] [00140]
μέγα [00154]
Μεγάλη [00004] [00026] [00039]
μεγάλῃ [00088]
μέγας [00148]
μέγεθος [00022]
Μεθ [00179]
μελῶν [00106] [00106]
μὲν [00177]
μένει [00081]
μέσον [00045] [00046] [00154]
μετ [00074] [00162]
μετενέγκαι [00167]
μετενεγκεῖν [00166] [00167]
μηδὲν [00066]
Μηδέποτε [00159]
μήτε [00107]
μία [00090]
μικρῷ [00084] [00122] [00136]
Μίμησαι [00064]
μισθὸν [00167]
μισθοῦ [00166]
μισθοφόρους [00166]
μνήμας [00020]
μνήμην [00162]
μνημονευομένη [00066]
μοι [00017] [00025]
μόλις [00041]
Μόνον [00063]
μόνον [00032] [00035] [00066]
μού [00103]
μου [00013] [00084] [00122] [00136]
μωραὶ [00028] [00032] [00035]


νηστεία [00026]
νιπτῆρας [00091]
νυκτὶ [00079]
νυμφῶνα [00031]
νυμφῶνος [00029]
νῦν [00127] [00130] [00139]


ξενίαν [00170]
ξιφήρεις [00166]


[00011] [00016] [00018] [00033] [00042] [00048] [00048] [00050] [00054] [00068] [00071] [00074] [00077] [00079] [00083] [00083] [00085] [00101] [00102] [00106] [00108] [00108] [00119] [00120] [00123] [00124] [00124] [00127] [00127] [00129] [00132] [00148] [00165] [00167] [00175] [00176] [00177]
[00049] [00061]
[00008] [00070] [00148] [00173] [00176]
[00061]
ὀβολὸν [00060]
ὀβολόν [00168]
ὁδοιπορίας [00052]
ὀδόντων [00106]
ὀδυνᾶσαι [00153]
ὀδύνῃ [00148]
ὀδυνῶμαι [00084] [00122] [00136]
ὁδῷ [00166]
ὀθόνια [00091]
Οἱ [00094] [00106] [00107]
οἱ [00013] [00017] [00087] [00107] [00163] [00171] [00176] [00176] [00176]
Οἵᾳ [00080]
οἶδα [00034]
οἶδας [00078] [00160]
οἰκείᾳ [00168]
οἰκίᾳ [00054]
οἰκίαν [00050]
οἰκίας [00073] [00097] [00167]
οἰκοδεσπότης [00175] [00176]
οἶκόν [00020]
οἶνος [00089] [00127]
ὀλίγον [00111] [00162]
ὀλιγοφρόνιον [00111]
ΟΜΙΛΙΑ [00001]
ὀμνύει [00044]
Ὀμνύεις [00043]
ὁμογενής [00103]
ὁμόφυλός [00103]
Ὅμως [00154]
ὃν [00138]
ὀνόματι [00100]
ὀνόματός [00162]
ὅπερ [00135]
ὁρμίσκοι [00088]
ὄρνεις [00089]
Ὅσου [00058]
ὀστᾶ [00163]
ὅταν [00042]
ὅτε [00015] [00020] [00020] [00020] [00020] [00020] [00020] [00020] [00049] [00085]
Ὅτε [00073]
Ὅτεεἰς [00129]
ὅτι [00022] [00023] [00035] [00045] [00084] [00102] [00122] [00136] [00171]
Οὐ [00068] [00160]
οὐ [00052] [00057] [00080] [00138] [00149] [00168]
οὗ [00179]
οὐδ [00032]
οὐδὲ [00015] [00032]
οὐδεὶς [00100] [00154]
Οὐδεμία [00006] [00143]
οὐδεμία [00022]
Οὐδὲν [00005]
οὐδὲν [00024] [00032] [00038] [00051] [00053]
Οὐκ [00023] [00043] [00044] [00059] [00102] [00104] [00105]
οὐκ [00010] [00015] [00016] [00029] [00034] [00035] [00049] [00078] [00104] [00108] [00114] [00115] [00129] [00133] [00135] [00139] [00148] [00149] [00150]
οὖν [00178]
οὐρανῶν [00032] [00056] [00065]
οὔτ [00167]
οὔτε [00048] [00048] [00167] [00167] [00167] [00168]
Οὗτος [00085] [00102]
οὗτος [00112] [00113] [00115] [00148] [00153]
Οὕτως [00083]
οὕτως [00006] [00010] [00038] [00079] [00106] [00162]
οὐχ [00012] [00042] [00052]
ὀχήματος [00086]


Παῖδες [00088]
παίδων [00126]
πάλιν [00066]
πανδοχεύς [00165]
πανήγυριν [00040]
πάντα [00041] [00062] [00073] [00073]
πάντες [00094]
παράδεισον [00054] [00055] [00058] [00063] [00066] [00068]
παρακαλεῖς [00139]
παραμενόντων [00016]
παραστῆναι [00108]
παραχωρεῖς [00168]
παρεβλέπετο [00101]
παρεκάλει [00083]
παρεστήκεισαν [00091]
παρέτρεχεν [00101]
παρέχων [00165]
Παρῆλθεν [00132]
παρθενία [00026]
Παρθενίαν [00023]
παρθενίαν [00028] [00032] [00035] [00038]
παρθενίας [00030]
παρθένοι [00028]
Πάτερ [00084] [00122]
πάτερ [00128] [00136] [00140]
πατέρα [00141] [00144] [00146]
πατὴρ [00142]
Πατρὶ [00179]
πατριάρχης [00148]
Πατρός [00013] [00017]
πεινᾷς [00040]
πέμψον [00122] [00136]
πένης [00054] [00167]
πένησιν [00011] [00020] [00158]
πένητα [00038] [00108]
πένητες [00171]
πένητι [00012] [00069]
πένητος [00107] [00111]
πενήτων [00016] [00170]
πενίαν [00057]
πέντε [00028] [00030] [00032]
περάσαι [00154]
πέρδικες [00089]
Περὶ [00002]
περιετίθεις [00020]
περικείμενα [00088]
περιλείχοντες [00106]
περιῤῥεόμενον [00106]
περιστεραὶ [00089]
περιφάνειαν [00111]
πιπτόντων [00100]
πλῆθος [00089]
πλούσιε [00129] [00137]
πλούσιον [00002] [00118]
πλούσιός [00172]
πλούσιος [00083] [00085] [00101] [00108] [00120]
πλουσίου [00095] [00098] [00100] [00100] [00107] [00110] [00156]
πλοῦτον [00162] [00166] [00166] [00167] [00167] [00169]
πλοῦτος [00123]
πλούτου [00111]
πλούτῳ [00114]
Πνεύματι [00179]
πόδας [00097]
ποθεῖς [00049]
ποιεῖ [00016]
ποιήσαντι [00134]
ποιούμενον [00170]
ποιοῦνται [00162]
Ποίῳ [00137]
πόλει [00167]
πόλεως [00166]
πόλιν [00166]
Πολλάκις [00048] [00050] [00163]
πολλῇ [00167]
πολλὴν [00106]
πολλῆς [00012] [00106]
πολυτελῶν [00096]
πολύτιμος [00089]
πόνον [00149]
πορεύῃ [00040] [00080] [00162]
πορφύραν [00085]
πορφυρίωνες [00089]
πόσου [00057]
Πότε [00018] [00019] [00072]
πότε [00071] [00078]
ποτήριον [00060]
Ποῦ [00123]
ποῦ [00124] [00124] [00125] [00126] [00127]
που [00097] [00097]
πραγματεία [00039]
πραείᾳ [00151]
πράξας [00141]
πράσεως [00046]
πρὸ [00050]
προεβάλλοντο [00107]
προετοιμάζονται [00096]
προήρχετο [00086] [00088]
προθέσει [00168]
Πρόπεμψόν [00075] [00164]
πρὸς [00033] [00104] [00107] [00111] [00143]
προσδοκᾷς [00080]
προσδοκῶν [00108]
προσδοκῶντες [00107]
προσδοκῶσαι [00032]
προσέθηκεν [00149]
προσερχόμενοι [00106]
πρόσκαιρον [00157]
προσκαλεῖ [00011]
προσκύνησις [00179]
πρόσωπόν [00015]
πρόσωπον [00101]
προσώπῳ [00151]
προτρέχοντες [00088]
πρώτη [00045]
πτωχὸν [00070]
πτωχὸς [00100]
πτωχοὺς [00020] [00020]
πτωχῷ [00008] [00173]
πυλῶνά [00129]
πυλῶνα [00100] [00105]
πῦρ [00177]
πυρὶ [00083] [00120] [00175]
πωλῶν [00042] [00048] [00054] [00068]
Πῶς [00141] [00146]
πως [00106]


ῥανίδα [00081] [00083] [00127] [00162]
ῥήματι [00048]
ῥιπίζοντες [00090]


ς [00093]


σὰ [00158] [00166]
σβέννυται [00037]
σηρικά [00085]
σῖτον [00175]
σῖτος [00178]
σίτου [00175]
σκέλη [00087]
σκηνὰς [00177]
σκηνάς [00178]
σκοποῦ [00041]
σκότος [00143]
σκότους [00145]
σοι [00050] [00057] [00170]
Σολομὼν [00045]
σου [00015] [00020] [00050] [00054] [00075] [00081] [00081] [00129] [00131] [00139] [00145] [00152] [00162] [00162] [00163] [00163] [00164] [00165] [00166] [00166] [00167] [00167] [00167] [00168]
σπεῖραν [00175]
σπεύδει [00012]
σπόγγον [00106]
σποδὴ [00090]
Σπουδάσωμεν [00178]
στέγη [00125]
Σὺ [00145]
σὺ [00020] [00020] [00020] [00020] [00020] [00020] [00020] [00043] [00075] [00135] [00138] [00152] [00153] [00167]
συγκληρονόμους [00016]
συμφωνία [00143]
συναγαγόντες [00176]
συνάξει [00175]
συνάξουσιν [00177]
συνδόναι [00096]
συντίθεις [00161]


τὰ [00073] [00073] [00075] [00081] [00081] [00084] [00087] [00091] [00106] [00122] [00136] [00141] [00152] [00152] [00158] [00163] [00164] [00175]
ταῖς [00020]
τὰς [00020] [00073] [00097] [00097] [00139] [00170] [00175] [00177] [00178]
ταῦτα [00020] [00041]
ταύτῃ [00084] [00122] [00136]
Τέκνον [00152]
τέλος [00116] [00156]
τέξεται [00160]
τέχνην [00107]
τῇ [00005] [00054] [00084] [00090] [00106] [00122] [00136] [00139] [00148] [00151] [00166] [00167] [00176]
τὴν [00012] [00014] [00017] [00020] [00032] [00032] [00035] [00050] [00064] [00065] [00065] [00092] [00092] [00095] [00097] [00104] [00110] [00110] [00111] [00111] [00150] [00150] [00159] [00165] [00167] [00175] [00175] [00176]
τηρήσῃς [00076] [00159]
τῆς [00004] [00022] [00027] [00030] [00038] [00039] [00051] [00085] [00097] [00100] [00107] [00152] [00157] [00167] [00178]
Τί [00135] [00161]
τί [00160]
τι [00032] [00106]
τιμὴ [00179]
τινὰ [00106] [00167]
τινες [00106] [00166]
τις [00037] [00065] [00100]
τὸ [00011] [00015] [00016] [00022] [00037] [00049] [00096] [00101] [00108] [00116] [00156] [00157] [00177] [00177]
Τοιαύτη [00098]
τοιοῦτον [00051]
τοῖς [00009] [00009] [00011] [00011] [00016] [00020] [00020] [00158]
τὸν [00002] [00002] [00020] [00020] [00031] [00038] [00047] [00054] [00058] [00063] [00066] [00068] [00069] [00073] [00073] [00076] [00081] [00083] [00100] [00104] [00105] [00105] [00106] [00106] [00108] [00115] [00118] [00120] [00129] [00145] [00146] [00162] [00164] [00164] [00166] [00166] [00167] [00167] [00167] [00167] [00167] [00175] [00176]
τοσαύτῃ [00105] [00115]
τοσοῦτος [00095]
τοσούτου [00043] [00044] [00049]
τοσούτῳ [00114]
Τότε [00139]
τότε [00074] [00075]
τοῦ [00013] [00017] [00029] [00041] [00050] [00051] [00078] [00095] [00098] [00100] [00100] [00106] [00107] [00107] [00107] [00110] [00111] [00111] [00114] [00132] [00141] [00156] [00162] [00175]
τοὺς [00016] [00020] [00020] [00020] [00020] [00047] [00097] [00103] [00119] [00120] [00175] [00177] [00177] [00179]
τοῦτο [00007] [00031] [00033] [00035] [00097] [00153]
τούτων [00024] [00053]
τραπέζης [00100] [00138]
τραύμασι [00009]
τρόπον [00145]
τρυφεραί [00096]
τρυφερότητι [00113]
τρυφήν [00110]
τρυφῆς [00157]
τυγχάνουσαι [00027]
τυχεῖν [00041]
τῷ [00012] [00038] [00066] [00066] [00069] [00083] [00084] [00089] [00116] [00120] [00122] [00134] [00136] [00151] [00179] [00179] [00179]
τῶν [00016] [00016] [00020] [00032] [00065] [00091] [00096] [00100] [00100] [00106] [00106] [00106] [00119] [00126] [00142] [00170] [00179]


ὕδατος [00060] [00081] [00083] [00127] [00162]
υἱὸν [00146]
υἱὸς [00145]
υἱοῦ [00141]
Υἱῷ [00179]
ὑμᾶς [00034]
ὑμῖν [00014] [00017]
ὑμῶν [00045] [00154]
ὕπαγε [00075]
ὑπάρχεις [00145]
ὑπάρχων [00083] [00120]
ὑπερτίθῃ [00057]
ὑπὸ [00086] [00119]
ὑπομένεις [00051] [00167] [00167]
ὑπομένων [00041]
ὑφίσταται [00090]


φαγεῖν [00025] [00138]
φαντασίᾳ [00088]
φαντασία [00098] [00126]
φασιανοὶ [00089]
φερόμενος [00086]
φησὶν [00071] [00118]
φησιν [00007] [00033]
φθάσαι [00050]
φθάσῃ [00106]
φλογὶ [00084] [00122] [00136]
φοβερὸν [00108]
φοβηθῇς [00171]
Φοβηθῶμεν [00175]
φρόνιμοι [00030]
φροντίζονται [00097]
φύλακας [00166]
φυλακῇ [00020]
φυλάσσοντες [00097]
φύσιν [00150]
φωνὴ [00097]
φωνῇ [00151]
φωτὶ [00142] [00143]


χάσμα [00154]
χαυνότητα [00052]
χείλη [00081] [00084] [00122] [00136]
χεὶρ [00103]
χεῖρας [00139] [00170]
χῆνες [00089]
χηνόπλουμα [00096]
χήρα [00066]
χήραν [00065]
χορτασθῆναι [00100]
χορτάσωσιν [00095]
χρεωστήν [00069]
χρήματά [00081]
χρήματα [00073] [00075] [00161] [00164]
χρηματίζει [00068]
χρυσᾶ [00088]
χρυσίον [00009] [00040]
χρυσὸν [00073] [00076]
χρυσὸς [00089]
χρυσός [00124]
χρυσῷ [00087] [00087]


ψέλλια [00088]
ψηλαφῶσιν [00097]
ψιχίων [00100]
ψυχὴν [00068]
ψυχροῦ [00060]


[00137] [00169]
[00107] [00129]
ὧδε [00081] [00081]
ὠμότητος [00107]
ὥρᾳ [00080] [00176]
ὥριμος [00178]
ὡς [00042] [00042] [00102] [00106]
Ὡς [00079]
ὥσπερ [00106]
Ὥσπερ [00037]